Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.34 Dem. 19.38 (English) >>Dem. 19.40

19.36καὶ μετὰ ταῦτʼ ἀνεγιγνώσκεθʼ ἐπιστολὴ παρὰ τοῦ Φιλίππου, ἣν οὗτος ἔγραψʼ ἀπολειφθεὶς ἡμῶν, ἄντικρυς οὕτως καὶ διαρρήδην ἀπολογία γεγραμμένη τῶν τούτοις ἡμαρτημένων. καὶ γὰρ ὡς αὐτὸς κατεκώλυσεν αὐτοὺς βουλομένους ἐπὶ τὰς πόλεις ἰέναι καὶ τοὺς ὅρκους ἀπολαμβάνειν, ἔνεστι, καὶ ὡς, ἵνα συνδιαλλάττωσιν αὐτῷ τοὺς Ἁλέας πρὸς τοὺς Φαρσαλίους, κατέσχεν αὐτούς· καὶ πάντʼ ἀναδεχόμενος καὶ εἰς αὑτὸν ποιούμενος τὰ τούτων ἁμαρτήματʼ ἐστίν. 19.37ὑπὲρ δὲ Φωκέων καὶ Θεσπιῶν ὧν οὗτος ἀπήγγελλε πρὸς ὑμᾶς, ἀλλʼ οὐδὲ μικρόν. καὶ τοῦτʼ οὐκ ἀπὸ ταὐτομάτου τοῦτον ἐπράχθη τὸν τρόπον, ἀλλʼ ὑπὲρ μὲν ὧν παρὰ τούτων ὑμᾶς ἔδει δίκην λαμβάνειν οὐ πεποιηκότων οὐδὲ διῳκηκότων οὐδὲν ὧν ὑμεῖς προσετάξατʼ ἐν τῷ ψηφίσματι, ἐκεῖνος ἐκδέχεται τὴν αἰτίαν καί φησιν αὐτὸς αἴτιος γεγενῆσθαι, ὃν οὐκ ἐμέλλεθʼ ὑμεῖς, οἶμαι, δυνήσεσθαι κολάσαι· 19.38 δʼ ἐκεῖνος ἐξαπατῆσαι καὶ προλαβεῖν τῆς πόλεως ἐβούλετο, οὗτος ἀπήγγειλεν, ἵνα μηδʼ ἐγκαλέσαι μηδὲ μέμψασθαι μηδὲν ὕστερον ὑμεῖς ἔχοιτε Φιλίππῳ, μήτʼ ἐν ἐπιστολῇ μήτʼ ἄλλοθι μηδαμοῦ τῶν παρʼ ἐκείνου τούτων ἐνόντων. λέγε δʼ αὐτοῖς αὐτὴν τὴν ἐπιστολήν, ἣν ἔγραψε μὲν οὗτος, ἔπεμψε δʼ ἐκεῖνος· καὶ σκοπεῖθʼ ὅτι τοῦτον ἔχει τὸν τρόπον, ὃν διεξελήλυθʼ ἐγώ. λέγε.Ἐπιστολή



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.34 Dem. 19.38 (English) >>Dem. 19.40

Powered by PhiloLogic